previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ οὐ πόρρω τῶν ξυμβολῶν ἦσαν, ἐνταῦθα [p. 249] δὴ οἱ κυβερνῆται παραγγέλλουσιν ὡς βιαιοτάτῃ εἰρεσίᾳ χρωμένους ἐξελαύνειν ἐκ τῶν στενῶν, τοῦ μὴ ἐμπιπτούσας τὰς ναῦς ἐς τὰς δίνας ἀναστρέφεσθαι πρὸς αὐτῶν, ἀλλὰ κρατεῖν γὰρ τῇ εἰρεσίᾳ τῶν ἐπιστροφῶν τοῦ ὕδατος. [2] τὰ μὲν δὴ στρογγύλα πλοῖα ὅσα καὶ ἔτυχεν αὐτῶν περιστραφέντα πρὸς τοῦ ῥοῦ, οὐδέν τι παθόντα ἐν τῇ ἐπιστροφῇ ὅτι μὴ ταράξαντα τοὺς ἐμπλέοντας, κατέστη ἐς εὐθύ, πρὸς αὐτοῦ τοῦ ῥοῦ ὀρθωθέντα: αἱ δὲ μακραὶ νῆες οὐχ ὡσαύτως ἀπαθεῖς ἀπῆλθον ἐν τῇ ἐπιστροφῇ, οὔτε μετέωροι ἐπὶ τοῦ ἐπικαχλάζοντος κύματος ὡσαύτως οὖσαι, ὅσαι τε δίκροτοι αὐτῶν τὰς κάτω κώπας οὐκ ἐπὶ πολὺ ἔξω ἔχουσαι τοῦ ὕδατος: [3] καὶ αἱ κῶπαι δὲ αὐτοῖς πλαγίοις ἐν ταῖς δίναις γενομένοις συνετρίβοντο, ὅσων γε ἐγκατελήφθησαν ὑπὸ τοῦ ὕδατος οὐ φθασάντων αὐτὰς μετεωρίσαι, ὡς πολλὰς μὲν πονῆσαι τῶν νεῶν, δύο δὲ δὴ περιπεσούσας ἀλλήλαις αὐτάς τε διαφθαρῆναι καὶ τῶν ἐμπλεόντων ἐν αὐταῖς πολλούς. ὡς δὲ ἐς πλάτος ἤδη ποταμὸς διέσχεν, ἐνταῦθα δὴ τε ῥοῦς οὐκέτι ὡσαύτως χαλεπὸς ἦν καὶ αἱ δῖναι οὐχ ὁμοίᾳ τῇ βίᾳ ἐπέστρεφον. [4] προσορμίσας οὖν τῇ ἐν δεξιᾷ ὄχθῃ Ἀλέξανδρος τὸν στρατόν, ἵνα σκέπη τε ἦν τοῦ ῥοῦ καὶ προσβολὴ ταῖς ναυσὶν καί τις καὶ ἄκρα τοῦ ποταμοῦ ἐπιτηδείως ἀνεῖχεν ἐς τῶν ναυαγίων τε τὴν ξυναγωγὴν καὶ εἴ τινες ἐπ᾽ αὐτῶν ζῶντες ἔτι ἐφέροντο, τούτους τε διέσωσε καὶ ἐπισκευάσας τὰς πεπονηκυίας τῶν νεῶν Νέαρχον μὲν καταπλεῖν κελεύει ἔστ᾽ ἂν ἀφίκηται ἐπὶ τὰ ὅρια τοῦ Μαλλῶν ἔθνους, αὐτὸς δὲ τῶν βαρβάρων τῶν οὐ προσχωρούντων καταδρομὴν τῆς χώρας ποιησάμενος καὶ κωλύσας ἐπικουρῆσαι αὐτοὺς τοῖς Μαλλοῖς, οὕτω δὴ αὖθις ξυνέμιξε τῷ ναυτικῷ. [p. 250] [5] καὶ ἐνταῦθα Ἡφαιστίων τε αὐτῷ καὶ Κρατερὸς καὶ Φίλιππος ξὺν τοῖς ἀμφ᾽ αὐτοὺς ὁμοῦ ἤδη ἦσαν. δὲ τοὺς μὲν ἐλέφαντας καὶ τὴν Πολυπέρχοντος τάξιν καὶ τοὺς ἱπποτοξότας καὶ Φίλιππον ξὺν τῇ ἀμφ᾽ αὐτὸν στρατιᾷ διαβιβάσας τὸν Ὑδάσπην ποταμὸν Κρατερῷ ἄγειν προσέταξε: Νέαρχον δὲ ξὺν τῷ ναυτικῷ πέμπει τρισὶν ἡμέραις τὴν στρατιὰν κελεύσας φθάνειν κατὰ τὸν πλοῦν. [6] τὸν δὲ ἄλλον στρατὸν τριχῇ διένειμε: καὶ Ἡφαιστίωνα μὲν πέντε ἡμέραις προϊέναι ἔταξεν, ὡς εἴ τινες τοὺς ξὺν αὐτῷ τεταγμένους φεύγοντες ἐς τὸ πρόσω κατὰ σπουδὴν ἴοιεν, τοῖς ἀμφὶ Ἡφαιστίωνα ἐμπίπτοντες ἁλίσκωνται: Πτολεμαῖον δὲ τὸν Λάγου δοὺς καὶ τούτῳ τῆς στρατιᾶς μέρος τρισὶν ἡμέραις ὑπολειπόμενον ἕπεσθαι ἐκέλευσεν, ὡς ὅσοι τὸ ἔμπαλιν ὑποστρέφοιεν αὐτὸν φεύγοντες, [7] οὗτοι δὲ ἐς τοὺς ἀμφὶ τὸν Πτολεμαῖον ἐμπίπτοιεν. ἐπὰν δὲ ἀφίκωνται ἐς τὰς ξυμβολὰς τοῦ τε Ἀκεσίνου καὶ τοῦ Ὑδραώτου ποταμοῦ, ἐνταῦθα δὴ τούς τε φθάνοντας ὑπομένειν ἐκέλευσεν, ἔστ᾽ ἂν ἥκῃ αὐτός, καὶ τοὺς ἀμφὶ Κρατερὸν καὶ Πτολεμαῖον αὐτῷ ξυμβαλεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: